TLG 1670 001 :: SERAPION :: Fragmenta

SERAPION Scr. Eccl., Episcopus
(Antiochenus: A.D. 2–3)

Fragmenta

Source: Routh, M.J. (ed.), Reliquiae sacrae, vol. 1, 2nd edn. Oxford: Oxford University Press, 1846 (repr. Hildesheim: Olms, 1974): 451–453.

  • Fragmentum ex epistula ad Caricum et Pontium: pp. 451–452
  • Fragmentum ex libro de evangelio, quod sub nomine Petri ferebatur: pp. 452–453

Citation: Page — (line)

451

(1t)

S. SERAPIONIS
2tANTIOCHENI EPISCOPI,
3tQUI FINE SAECULI SECUNDI FLORUIT,
4tFRAGMENTA.
5tEX EPISTOLA AD CARICUM ET PONTIUM.
6ὍΠΩΣ δὲ καὶ τοῦτο εἰδῆτε ὅτι τῆς ψευδοῦς ταύτης τάξεως τῆς ἐπικαλουμένης νέας προφητείας (scil. Monta‐ nistarum haeresis) ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου Ἀπολι‐
10ναρίου τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς Ἀσίας ἐπισκόπου γράμματα. Attulit haec Eusebius lib. v. Hist. c. 19; ubi proxime post pergit scribere, Ἐν ταύτῃ δὲ τῇ τοῦ Σαραπίωνος ἐπιστολῇ, καὶ ὑποσημειώσεις φέρονται διαφόρων ἐπισκόπων· ὧν ὁ μέν τις ὧδέ πως ὑπεσημῄνατο·
15Αὐρήλιος Κυρήνιος μάρτυς ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι· ὁ δέ τις
τοῦτον τὸν τρόπον· Αἴλιος Πούπλιος Ἰούλιος ἀπὸ Δεβελτοῦ451

452

Κολωνείας τῆς Θρᾴκης ἐπίσκοπος· ζῇ ὁ Θεὸς ὁ ἐν τοῖς οὐρανοῖς, ὅτι Σωτᾶς ὁ μακάριος ὁ ἐν Ἀγχιάλῳ ἠθέλησε τὸν δαίμονα τῆς Πρισκίλλης ἐκβαλεῖν, καὶ οἱ ὑποκριταὶ οὐκ ἀφῆκαν. καὶ ἄλλων δὲ πλειόνων τὸν ἀριθμὸν ἐπισκόπων
5συμψήφων τούτοις ἐν τοῖς δηλωθεῖσι γράμμασιν αὐτόγραφοι φέ‐ ρονται σημειώσεις.
12tEX LIBRO DE EVANGELIO,
13tQUOD SUB NOMINE PETRI FEREBATUR.
14Ἡμεῖς γὰρ ἀδελφοὶ, καὶ Πέτρον καὶ τοὺς ἄλλους
15ἀποστόλους ἀποδεχόμεθα ὡς Χριστόν· τὰ δὲ ὀνόματι αὐτῶν ψευδεπίγραφα, ὡς ἔμπειροι παραιτούμεθα· γινώ‐ σκοντες ὅτι τὰ τοιαῦτα οὐ παρελάβομεν. ἐγὼ γὰρ γενό‐ μενος παρ’ ὑμῖν, ὑπενόουν τοὺς πάντας ὀρθῇ πίστει προσφέρεσθαι. καὶ μὴ διελθὼν τὸ ὑπ’ αὐτῶν προφερό‐
20μενον ὀνόματι Πέτρου εὐαγγέλιον, εἶπον· ὅτι εἰ τοῦτό ἐστι μόνον τὸ δοκοῦν ὑμῖν παρέχειν μικροψυχίαν, ἀνα‐
γινωσκέσθω· νῦν δὲ μαθὼν ὅτι αἱρέσει τινὶ ὁ νοῦς452

453

αὐτῶν ἐνεφώλευεν ἐκ τῶν λεχθέντων μοι, σπουδάσω πάλιν γενέσθαι πρὸς ὑμᾶς. ὥς τε ἀδελφοὶ προσδοκᾶτέ με ἐν τάχει. ἡμεῖς δὲ ἀδελφοὶ καταλαβόμενοι (Vet. Interp. κατελάβομεν) ὁποίας ἦν αἱρέσεως ὁ Μαρκιανὸς, καὶ (Idem
5ὃς καὶ) ἑαυτῷ ἠναντιοῦτο μὴ νοῶν ἃ ἐλάλει, ἃ μαθήσεσθε ἐξ ὧν ὑμῖν ἐγράφη. ἐδυνήθημεν γὰρ παρ’ ἄλλων τῶν ἀσκησάντων αὐτὸ τοῦτο τὸ εὐαγγέλιον, τουτέστι παρὰ τῶν διαδόχων τῶν καταρξαμένων αὐτοῦ, οὓς Δοκητὰς καλοῦμεν (τὰ γὰρ φρονήματα τὰ πλείονα, ἐκείνων ἐστὶ
10τῆς διδασκαλίας) χρησάμενοι παρ’ αὐτῶν διελθεῖν· καὶ εὑρεῖν τὰ μὲν πλείονα τοῦ ὀρθοῦ λόγου τοῦ Σωτῆρος· τινὰ δὲ προσδιεσταλμένα, ἃ καὶ ὑπετάξαμεν ὑμῖν.
Attulit Eusebius lib. vi. Hist. cap. 12.453